...Πρὸς τούτοις δὲ τὴν καθισταμένην διὰ τοῦδε τοῦ ἐνυπογράφου Πατριαρχικοῦ καὶ Συνοδικοῦ Τόμου, ἐν τοῖς ὁρίοις τῆς ἐπικρατείας τῆς Οὐκρανίας, Αὐτοκέφαλον Ἐκκλησίαν ἐπιγιγνώσκομεν καὶ ἀνακηρύττομεν πνευματικὴν ἡμῶν θυγατέρα καὶ πάσαις ταῖς ἀνὰ τὴν οἰκουμένην Ὀρθοδόξοις Ἐκκλησίαις συνιστῶμεν ὡς ἀδελφὴν ἀναγνωρίζεσθαι καὶ μνημονεύεσθαι τῷ ὀνόματι
«Ἁγιωτάτη Ἐκκλησία τῆς Οὐκρανίας», ἔχουσαν ἕδραν αὐτῆς τὴν τοῦ Κιέβου ἱστορικὴν πόλιν, μὴ δυναμένην καθιστάναι ἐπισκόπους ἢ πηγνύειν ὑπερόρια θυσιαστήρια, τῶν ἤδη ὑφισταμένων ὑπαγομένων τοὐντεῦθεν, κατὰ τὴν τάξιν, τῷ Οἰκουμενικῷ Θρόνῳ, τῷ ἔχοντι τὴν κανονικὴν ἁρμοδιότητα ἐπὶ τῆς Διασπορᾶς, περιοριζομένης τῷ ὄντι τῆς δικαιοδοσίας αὐτῆς ἐντὸς τῶν ἐδαφῶν τοῦ Οὐκρανικοῦ Κράτους. ...
АЕО(греч.)-СЦУ
Комментарий